Ancient Greek
Α΄ I (Duebn. VII volg. 37 B 4 Κ 1), Section 4
Maximus of Tyre, Dialexeis 4.Subsection e
Not analysed yet
Ἰδεῖν γοῦν ἐστιν ἐπὶ μὲν τὰς ἄλλας θέας, ὁπόσαι ῥώμης ἢ τέχνης σωμάτων, ἀφικνουμένους σπουδῇ οὐδένα τῶν θεατῶν ὡς |τὸ θέαμα ζηλώσαντα ἢ μιμησόμενον· ἀλλʼ ἐκεῖ μὲν ἐξ ἀλλοτρίων πόνων τὰς ἡδονὰς τοῖς ὀφθαλμοῖς ἐρανιζόμεθα, καὶ ἐκ μυρίων θεατῶν οὐδεὶς ἂν εὔξαιτο εἷς εἶναι τῶν ἐν μέσῳ τῷ σταδίῳ κονιωμένων ἢ θεόντων, ἢ ἀγχόντων, ἢ ἀγχομένων, ἢ τυπτομένων, πλὴν εἴ που τὶς ἀνδραποδώδης ψυχή· ἐνταῦθα δὲ τοσοῦτον οἶμαι καὶ τὴν ἀγωνίαν τήνδε ἐκείνης τῆς ἀγωνίας φιλοτιμιοτέραν εἶναι, καὶ τοὺς πόνους τῶν πόνων ἀνυσιμωτέρους, καὶ τὸ θέατρον τοῦ θεάτρου συμπαθέστερον, ὥστε οὐδεὶς τῶν παρόντων νοῦν ἔχων οὐκ ἂν εὔξαιτο ἀποθέμενος τὸν θεατὴν ἀγωνιστὴς γενέσθαι.