Ancient Greek
4.Subsection a to 4.Subsection d
Maximus of Tyre, Dialexeis 4.Subsection a-Subsection d
Not analysed yet
Ἀθλητῇ μὲν γάρ ἐστιν λυμπιάσιν ἀγωνισαμένῳ ἀμελῆσαι τοῦ Ἰσθμοῦ· καίτοι κἀνταῦθα ἐπονείδιστος ἡ ῥᾳθυμία· καὶ οὐκ ἀνέχεται ἡ φιλότιμος ψυχὴ ῥᾳστώνης πόθῳ τὸ μὴ διὰ πάντων ἐλθεῖν, καὶ μετασχεῖν μὴ κοτίνου μόνον Ὀλυμπιάσιν, ἀλλὰ καὶ πίτυος ||Ἰσθμικῆς καὶ σελίνου Ἀργολικοῦ καὶ μήλων Πυθικῶν· καὶ ταῦτα οὐκ αὐτὴ ἔχουσα ἡ ψυχὴ τὴν αἰτίαν τῆς ἀγωνίας, ἀλλὰ διὰ τὴν συνοίκησίν τε καὶ πρὸς τὸ σῶμα ὁμιλίαν συναπολαύουσα τῆς νίκης αὐτῷ καὶ τῶν κηρυγμάτων· ὅπου δὲ καὶ ὁ πόνος τῆς ψυχῆς αὐτῆς καὶ τὸ ἀγώνισμα τῆς ψυχῆς μόνης, καὶ νίκη μόνης, ἐνταῦθα παρόψεταί τινα ἀγῶνος καιρὸν καὶ ῥᾳθυμιήσει ἑκοῦσα; ὅπου μήτε μῆλα μήτε κότινος τὸ ἆθλον, ἀλλʼ ἀντὶ τούτων ὡραιότερον μὲν πρὸς φιλοτιμίαν, ἀνυσιμώτερον δὲ τοῖς θεαταῖς πρὸς ώφέλειαν, εὐδρομώτερον δὲ τῷ λέγοντι πρὸς πίστιν βίου. Οί δὲ καιροὶ τῆς ἀγωνίας καὶ οἱ τόποι ἄλλοτε ἄλλοι ἄφνω κηρυττόμενοι καὶ ἀθροίζοντες πανδημεὶ Κλληνικὸν αὐτόκλητον καὶ αὐτεπάγγελτον καὶ ξυνιὸν οὐκ ἐφʼ ἡδονῇ ὀφθαλμῶν, ἀλλὰ ἀρετῆς ἐλπίδι, ὅπερ οἶμαι τῇ τοῦ ἀνθρώπου ψυχῇ ἡδονῆς συγγενέστερον.