Ancient Greek
4.Subsection i to 4.Subsection k
Maximus of Tyre, Dialexeis 4.Subsection i-Subsection k
Not analysed yet
Ὁλρᾷς οὖν τὰ πάθη, ἃ σύ μὲν καλεῖς φθοράν, τεκμαιρόμενος τῇ τῶν ἀπιόντων ὁδῷ· ἐγὼ δὲ σωτηρίαν, τεκμαιρόμενος τῇ διαδοχῇ τῶν μελλόντων. Μεταβολὴν ὁρᾶς σωμάτων καὶ γενέσεως, (fragm. 69 Byw.) ἀλλαγὴν ὁδῶν ἄνω καὶ κάτω, κατὰ τὸν Ἡράκλειτον· καὶ αὖθις αὖ (fragm. 67 By w.) ζῶντας μὲν τὸν ἐκείνων βίον, ἀποθνήσκοντας δὲ τὴν ἐκείνων ζωήν. (fragm. 25 Hyw.) Ζῇ πῦρ τὸν γῆς θάνατον, καὶ ἀὴρ ζῇ τὸν πυρὸς θάνατον· ὕδωρ ζῇ τὸν ἀέρος θάνατον, γῆ τὸν ὕδατος. Διαδοχὴν ὀρᾷς βίου καὶ μεταβολὴν σωμάτων, καινουργίαν τοῦ ὅλου.