Ancient Greek
ΚΑ΄ XXI (Duebn. XXVII vulg. 11), Section 5
Maximus of Tyre, Dialexeis 5-10
Not analysed yet
Οἷον τὸ τοιόνδε λέγω (αἴσθομαι γάρ τοι ἐμαυτοῦ γλίσχρως τὸ πρᾶγμα διε |λομένου, καὶ δεομένου εἰκόνος). Σῶμα που τραφῆναι ἀδύνατον, ὅτι μὴ σιτίων προσφορᾷ, καὶ ἐργασία ὀδόντων, καὶ σπλάγχνων ὑποδοχῇ, καὶ τῇ ἔνδον οἰκονομίᾳ, προσγινομένης αὐτῷ τῆς ὑποτροφῆς. Ἦσαν δέ που κατὰ τὸν ἐπὶ Κρόνου, φασίν, βίον αἱ τροφαὶ τοῖς ἀνθρώποις φηγοὶ καὶ ὄγχναι· καὶ διὰ τοῦτο ἐπεφημίσθη φέρειν ἡ γῆ τοὺς καρποὺς αὐτομάτους, ὅτι αὐτοῖς οὐδὲν ἔδει γεωπονίας, ἐξ αὐτοφυοῦς τροφῆς βιοτεύουσιν. Ἐὰν τοίνυν προσθῇς ὀψοποιόν, καὶ ἡδύσματα, καὶ τροφὴν ποικίλην, ἄλλῳ ἄλλην, καρυκείαν Σικελικήν, καὶ Συβαριτικὴν χλιδήν, καὶ Περσικὴν τρυφήν, πάντα ταῦτα ἐρεῖς ἡδονῆς ὄνομα· καὶ κοινὸν μὲν πᾶσι τὴν τροφὴν ἐρεῖς, ἴδιον δὲ ἑκάστῳ τὴν ἡδονήν, καὶ κατὰ φύσιν μὲν τὴν τροφήν, κατὰ τέχνην δὲ τὴν ἡδονήν. Κἂν μεταθῇς τραπέζας, τὴν Σικελικὴν τοῖς Πέρσαις, καὶ τὴν Περσικὴν Σικελιώταις, τροφὴ μὲν ὁμοίως ἑκατέροις ἑκάτερα, τὸ δὲ τῆς ἡδονῆς ὑπαλλαχθέν, δι᾿ ἀήθειαν εἰς λύπην μετέβαλλεν. Γίγνεται τοίνυν ἡ μὲν τροφὴ κατὰ τὴν οὐσίαν τοῦ τρέφειν δυναμένου, ἡ δὲ ἡδονὴ κατὰ τὸ πάθος τοῦ ἥδεσθαι εἰθισμένου.