Ancient Greek · ~3 min
ΚΑ΄ XXI (Duebn. XXVII vulg. 11), Section 6
Maximus of Tyre, Dialexeis 6-13
Not analysed yet
Τὸ δὲ ἔθος ἄλλο ἄλλῳ. Αὐτίκα Ἕλληνες μέν, καὶ Πέρσαι, καὶ Λυδοι, καὶ Φοίνικες, καὶ εἴ τι δὴ ἄλλο γένος, φυτευσάμενοι ἀμπέλους, πονηθέντες περὶ αὐτάς, ἐξελόμενοι τὸν βότρυν, εὐτρεπίσαντες τὸν οἷνον, παρεσκευάσαντο ποτόν, κατὰ μὲν τὴν χρείαν οὐκ ἀναγκαῖον, κατὰ δὲ τὴν ἡδονὴν ἀκμαιότατον. Σκυθῶν δὲ οἱ μὲν πολλοὶ γάλακτι βιοτεύουσιν, ὅσα οἱ ἄλλοι ἐπὶ οἴνῳ· τοῖς δὲ αἰ μέλιτται καθηδύνουσι τὸ πόμα, ἐπὶ πετρῶν καὶ δρυῶν διαπλάττου |σαι τοὺς σίμβλους· εἰσὶν δέ, οἳ τῇ παρὰ τῶν νυμφῶν ὀχετείᾳ καὶ ἐπιρροῇ οὐδὲν λυμαίνονται, ἀλλ᾿ αὐτοφυεῖ προσχρῶνται ποτῷ 5 ὕδατι· ἓν δέ τι, οἶμαι, Σκυθῶν γένος πίνουσιν μὲν ὕδωρ, ἐπειδὰν δὲ αὐτοῖς δέῃ τῆς κατὰ μέθην ἡδονῆς, νήσαντες πυράν, θυμιῶντες εὐώδεις βοτάνας, περικαθίσαντες ἐν κύκλῳ τῇ πυρᾷ, ὡς περὶ κρατῆρα, εὐωχοῦνται τῆς ὀδμῆς, καθάπερ οἱ ἄλλοι τοῦ ποτοῦ, καὶ μεθύσκονταί γε ὑπ᾿ αὐτῆς, καὶ ἀναπηδῶσιν, καὶ ᾄδουσιν, καὶ ὀρχοῦνται.