Ancient Greek
ΛΘ΄ XΧΧIX (Duebn XXXIX vulg. 23), Section 5
Maximus of Tyre, Dialexeis 5-18
Not analysed yet
Κινδυνεύουσιν δὲ οἱ ἄνθρωποι, καθάπερ τοῖς ἀγαθοῖς, οὕτω καὶ τοῖς θεοῖς ζυγοστατεῖν τὰς τιμάς. Τίς οὗτος; Ζεύς· ἀρχέτω. Τίς οὗτος: Κρόνος· δεδέσθω. Ἥφαιστος· χαλκευέτω. Ἑρμῆς· ἀγγελλέτω. Ἀθηνᾶ· ὑφαινέτω. 〈Διόσκουροι· ἐπὶ νε〉ὼς Πελοποννησίοις ἑπέσθωσαν. Ἀγνοοῦσιν γάρ, οἶμαι, ὡς θεοῖς πᾶσιν εἷς νόμος καὶ βίος καὶ τρόπος, οὐ διῃρημένος, οὐδὲ στασιωτικός· ἄρχοντες πάντες, ἡλικιῶται πάντες, σωτῆρες πάντες, ἰσοτιμίᾳ καὶ ἰσηγορίᾳ συνόντες τὸν πάντα χρόνον· ὧν μία μὲν ἡ φύσις, πολλὰ δὲ τὰ ὀνόματα. Ὑπὸ γὰρ ἀμαθίας αὐτῶν τὰς ὡφελείας τὰς ἑαυτῶν ἕκαστοι ἐπονομάζομεν ἄλλος ἄλλῃ κλήσει θεοῦ. Καθάπερ καὶ τὰ μέρη τῆς θαλάττης, Αἰγαῖον τοῦτο, Ἰώνιον ἐκεῖνο, Μυρτῶον ἄλλο, Κρη |καῖον ἄλλο· ἡ δ᾿ ἐστὶν μία, ὁμογενής, καὶ ὁμοπαθής, καὶ συγκεκραμένη· οὕτω καὶ τἀγαθόν, ἓν ὂν καὶ ὅμοιον αὑτῷ καὶ ἴσον πάντοθεν, ὑπὸ ἀσθενείας τῆς πρὸς αὐτὸ καὶ ἀγνωσίας ταῖς δόξαις διαιρούμεθα. Πλουτεῖ Καλλίας, μακάριος τῶν ἀγαθῶν· ἀλλὰ Ἀλκιβιάδης Καλλίου ὡραιότερος. Ἀντιθῶμεν τἀγαθά, πλοῦτον κάλλει· Ποῖον αὐτῶν ἑκατόμβοιον; ἐννεάβοιον ποῖον; πότερον ἑλώμεθα; πότερον εὐξόμεθα; Οὐκοῦν ὁ μὲν Φοῖνιξ καὶ ὁ Αἰγύπτιος τὸ Καλλίου ἀγαθὸν εὔξεται· ὁ δὲ Ἠλεῖος καὶ ὁ Βοιώτιος ||τὸ Ἀλκιβιάδου. Εὐγενὴς Παυσανίας, ἀλλʼ ἐνδοξότερος Εὐρυβιάδης. Ἀντιθῶμεν εὐδοξίᾳ γένος · τίς κρατεῖ; τίνι δῶμεν τὰ νικητήρια φέροντες; Σωκράτης πένης, Σωκράτης αἰσχρός, Σωκράτης ἄδοξος, Σωκράτης δυσγενής, Σωκράτης ἄτιμος. Πῶς γὰρ οὐκ αἰσχρὸς καὶ ἄτιμος καὶ δυσγενὴς καὶ ἄδοξος καὶ πένης ὁ τοῦ λιθοξόου, ὁ σιμός, ὁ προγάστωρ, ὁ κωμῳδούμενος, ὁ εἰς δεσμωτήριον ἐμβαλλόμενος, ἀποθνήσκων ἐκεῖ, ἔνθα καὶ Τιμαγόρας ἀπέθανεν; Ὤ τῆς ἐρημίας τῶν ἀγαθῶν· ὀκνῶ γὰρ εἰπεῖν πλῆθος κακῶν. τούτοις ἀντιθῶμεν; τι φῶμεν; Παράβαλλε τοῖς ἀνταγωνισταῖς τὸν Σωκράτην ἐν κτήσει ἀγαθῶν· οὐχ ὁρᾷς ἡττώμενον ἐν πλούτῳ Καλλίου, ἐν σώματι Ἀλκιβιάδου, ἐν τιμῇ Περικλέους, ἐν δόξῃ Νικίου, ἐν θεάτρῳ Ἀριστοφάνους, ἐν δικαστηρίῳ Μελήτου; Μάτην ἄρα αὐτῷ ὁ Ἀπόλλων τὰ νικητήρια ἔδωκεν, μάτην ἐπεψηφίσατο.