Ancient Greek · ~3 min
Γ΄ III (Duebn. IX vulg. 39 B 6 K 3), Section 5
Maximus of Tyre, Dialexeis 5-2
Not analysed yet
Ἀλλὰ νὴ Δία τούτων μὲν οὐδέν, ἀπολύεσθαι ἐχρῆν τὴν αἰτίαν, ὡς μήτε διέφθειρεν τοὺς νέους, μήτε καινὰ δαιμόνια ἐπεισέφερεν. Καὶ τίς τεχνίτης τὸν ἄτεχνον πείθει ὑπὲρ τῶν κατὰ τὴν τέχνην; ποῦ γὰρ Ἀθηναίοις συνιέναι, τί μὲν διαφθορὰ νέων, τί δὲ ἀρετή; καὶ τί μὲν τὸ δαιμόνιον, πῶς δὲ τιμητέον; οὐ γὰρ τῷ κυάμῳ λαχόντες δικασταὶ χίλιοι ταῦτα ἐξετάζουσιν, οὐδὲ Σόλων τὶ ὑπὲρ αὐτῶν γέγραφεν, οὐδὲ οἱ Δράκοντος σεμνοὶ νόμοι· ἀλλὰ κλήσεις μέν, καὶ φάσεις, καὶ γραφαί, καὶ εὐθύναι, καὶ ἀντωμοσίαι, |καὶ πάντα τὰ τοιαῦτα ἐν ἡλιαίᾳ εὐθύνεται, ὥσπερ ἐν ταῖς τῶν παίδων ἀγέλαις αἱ περὶ τῶν ἀστραγάλων διαμάχαι καὶ ῥητορικαί, ἀφαιρουμένων ἀλλήλους, καὶ ἀδικούντων, καὶ ἀδικουμένων· ἀλήθεια δὲ καὶ ἀρετὴ καὶ βίος ὀρθὸς ἑτέρων δικαστῶν δεῖ, καὶ νόμων ἑτέρων, καὶ ῥητόρων ἑτέρων, ἐν οἷς Σωκράτης ἐκράτει, καὶ ἐστεφανοῦτο, καὶ εὐδοκίμει.