Ancient Greek
Γ΄ III (Duebn. IX vulg. 39 B 6 K 3), Section 6
Maximus of Tyre, Dialexeis 6-3
Not analysed yet
Πῶς οὖν οὐκ ἂν ἦν καταγέλαστος γέρων ἀνὴρ καὶ φιλόσοφος συναστραγαλίζων τοῖς παισίν; ἢ τίς πώποτε ἰατρὸς ἔπεισεν τοὺς πυρέττοντας, ὅτι ἀγαθὸν τὸ διψῆν καὶ λιμώττειν; ἢ τίς τὸν ἀκόλαστον, ὅτι πονηρὸν ἡδονή; ἢ τίς τὸν χρηματιστήν, ὅτι οὐδενὸς ἀγαθοῦ ἐφίεται; ἦ γὰρ ἂν καὶ τοῦτο Σωκράτης οὐ χαλεπῶς ἔπεισεν τοὺς Ἀθηναίους, ὡς οὐκ ἔστιν διαφθορὰ νέων ἀρετῆς ἐπιτήδευσις, οὐδὲ ἡ τοῦ θείου γνῶσις περὶ δαίμονας παρανομία. Καὶ γὰρ ἤτοι συνηπίσταντο ταῦτα τῷ Σωκράτει, ἢ ὁ μὲν ἠπίστατο, οἱ δὲ ἠγνόουν. Καὶ εἰ μὲν ἠπίσταντο, τί ἔδει λόγων πρὸς τοὺς εἰδότας; εἰ δὲ ἠγνόουν, οὐκ ἀπολογίας αὐτοῖς, ἀλλʼ ἐπιστήμης ἔδει. Τὰς μὲν γὰρ ἄλλας ἀπολογίας μάρτυρες ἀποφαίνουσιν, καὶ πίστις, καὶ ἔλεγχοι, καὶ τεκμήρια, καὶ βάσανοι, καὶ ἄλλα τοιαῦτα, ἵνα τὸ ἀφανὲς τέως ἐπὶ δικαστηρίου φωραθῇ· ἀρετῆς δὲ καὶ καλοκαγαθίας ὁ ἔλεγχος εἷς, ἡ πρὸς ταῦτα αἰδώς, ἧς ἐξεληλαμένης τότε Ἀθήνηθεν, τί ἔδει τῷ Σωκράτει λόγου; Νὴ Δία, ἵνα μὴ ἀποθάνῃ.