Ancient Greek · ~6 min
Θ΄ IX (Duebn XV vulg. 27 B 12 Κ 9), Section 5
Maximus of Tyre, Dialexeis 5-7
Not analysed yet
Πῶς οὖν καὶ ἐμπαθὲς καὶ ἀθάνατον τὸ δαιμόνιον γένος, ὥρα λέγειν· καὶ πρῶτον γε περὶ τοῦ ἀθανάτου. Τὸ φθειρόμενον πᾶν ἢ τρέπεται, ἢ διαλύεται, ἢ τήκεται, ἢ κόπτεται, ἢ ῥήγνυται, ἢ μεταβάλλει· ἢ διαλύεται, ὡς πηλὸς ὑπὸ ὕδατος· ἢ ῥήγνυται, ὡς ὑπὸ ἀρότρου γῆ· ἢ τήκεται, ὡς ὑπὸ ἡλίου κηρός· ἢ κόπτεται, ὡς ὑπὸ σιδήρου φυτόν· ἢ μεταβάλλει καὶ τρέπε‖ται, ὡς ὕδωρ εἰς ἀέρα, καὶ ἀὴρ εἰς πῦρ. Δεῖ δὴ τὴν οὐσίαν τοῦ δαιμονίου, εἰ μέλλει ἔσεσθαι ἀθάνατος, μὴ διαλύεσθαι, μὴ σκεδάννυσθαι, μὴ τρέπεσθαι, μὴ ῥήγνυσθαι καὶ μεταβάλλειν, μὴ κόπτεσθαι· εἰ γὰρ πείσεταί τι τούτων, ἀπολεῖ τὸ ἀθάνατον. Πῶς δʼ ἂν καὶ πάθοι, εἴπέρ ἐστιν τὸ δαιμόνιον |αὐτὸ ψυχὴ ἀποδυσαμένη τὸ σῶμα; ἣ γὰρ καὶ τῷ σώματι τῷ φύσει φθειρομένῳ παρέχει τὸ μὴ φθείρεσθαι ἡνίκʼ ἂν αὐτῷ συνῇ, πολλοῦ γε δεῖ φθαρῆναι αὐτῇ. Ἐν γοῦν τῇ συστάσει τὸ μὲν σῶμα συνέχεται, ἡ δὲ ψυχὴ συνέχει· εἰ δὲ καὶ τὴν ψυχὴν ἕτερόν τι συνέχει, ἀλλὰ μὴ αὐτὴ αὑτήν, τί τοῦτο ἔσται, καὶ τίς ἂν ἐπινοήσαι ψυχὴν ψυχῆς; Ὅταν γὰρ ἕτερον ὑφʼ ἑτέρου σώζηται συνεχόμενον, ἀνάγκη που παύσασθαι τὴν συνοχὴν ἐπὶ πρᾶγμα προελθοῦσαν συνέχον μὲν ἄλλο, συνεχόμενον δὲ ὑφʼ ἑαυτοῦ· εἰ δὲ μή, ποῖ στήσεται ὁ λογισμὸς προϊὼν εἰς ἄπειρον; οἷον εἰ ξυνείη τις ὁλκάδα ἐν κλύδωνι ἐκ πέτρας ποθὲν καθωρμισμένην διὰ πολλῶν κάλων. ὧν ἕτερον ἐξ ἑτέρου συνεχόμενον τῇ ξυνδέσει τελευτᾷ ἐπὶ τὴν πέτραν, χρῆμα ἑστὸς καὶ ἑδραῖον.