Ancient Greek
Θ΄ IX (Duebn XV vulg. 27 B 12 Κ 9), Section 6
Maximus of Tyre, Dialexeis 6.Subsection a-2
Not analysed yet
Τοιοῦτον ἡ ψυχή· σῶμα ἐν σάλῳ ἀεὶ καὶ κλύδωνι νηχόμενον καὶ κραδαινόμενον καὶ σειόμενον συνέχει αὐτή, καὶ καθορμίζει, καὶ ἵστησιν· ἐπειδὰν δὲ ἀποκάμῃ τὰ νεῦρα ταυτί, καὶ τὸ πνεῦμα, καὶ τὰ ἄλλα τὰ ὥσπερ καλώδια, ἐξ ὧν τέως προσώρμιστο τῇ ψυχῇ τὸ σῶμα, τὸ μὲν ἐφθάρη καὶ κατὰ βυθοῦ ᾤχετο, αὐτὴ δὲ ἐφʼ ἑαυτῆς ἐκνηξαμένη συνέχει τε αὑτὴν καὶ ἵδρυται.