Ancient Greek
ΙΑ΄ XI (Dueba. XVII vulg. 1 B 14 K 11), Section 5
Maximus of Tyre, Dialexeis 5.Section e
Not analysed yet
Εἰ δὲ ἐξεγένοντο ἐν τῷ ξύμπαντι αἰῶνι δύο που καὶ τρεῖς, ἄθεον καὶ ταπεινὸν καὶ ἀναισθὲς γένος, καὶ πεπλανημένον μὲν τοῖς ὀφθαλμοῖς, ἐξηπατημένον δὲ ταῖς ἀκοαῖς, ἐκτετμημένον δὲ τὴν ψυχήν, ἄλογον καὶ ἄγονον καὶ ἄκαρπον, ὡς ἄθυμος λέων, ὡς βοῦς ἄκερως, ὡς ὄρνις ἄπτερος, καὶ παρὰ τούτου ὅμως τοῦ γένους 〈οὐκ εἰκ〉ῇ πεύσει τὸ θεῖον· ἴσασιν γὰρ οὐχ ἑκόντες, καὶ λέγουσιν ἄκοντες·