Ancient Greek
5.Subsection a to 5.Subsection c
Maximus of Tyre, Dialexeis 5.Subsection a-4-Subsection c
Not analysed yet
Ἐν τοσούτῳ δὴ πολέμῳ καὶ στάσει καὶ διαφωνίᾳ ἕνα ἴδοις ἂν ἐν πάσῃ γῇ ὁμόφωνον νόμον καὶ λόγον, ὅτι θεὸς εἷς πάντων βασιλεύς, καὶ πατήρ, καὶ θεοὶ πολλοί, |θεοῦ παῖδες, συνάρχοντες θεοῦ. Ταῦτα καὶ ὁ Ἕλλην λέγει, καὶ ὁ βάρβαρος λέγει, καὶ ὁ ἠπειρώτης, καὶ ὁ θαλάττιος, καὶ ὁ 〈σοφὸς καὶ ὁ〉 ἄσοφος· κἂν ἐπὶ τοῦ ὠκεανοῦ ἔλθῃς τὰς ἠϊόνας, κἀκεῖ θεοί, τοῖς μὲν ἀνίσχοντες ἀγχοῦ μάλα, τοῖς δὲ καταδυόμενοι. Κἰ δή, τούτοις Πλάτωνα ἀντιχειροτονεῖν καὶ ἀντινομοθετεῖν ἄλλα, οὐχ ὁμόφωνον εἶναι καὶ ὁμοπαθῆ καλλίστης φωνῆς καὶ ἀληθεστάτου πάθους; Τί τοῦτο; ἥλιος, ὀφθαλμὸς λέγει· τί τοῦτο; βρονταί, ἀκοὴ λέγει· τί ταῦτα ὡραῖα καὶ καλά, καὶ περίοδοι, καὶ μεταβολαί, καὶ κράσεις ἀέρων, καὶ ζώων γενέσεις, καὶ καρπῶν φύσεις; θεοῦ πάντα ἔργα, ἡ ψυχὴ λέγει, καὶ τὸν τεχνίτην ποθεῖ, καὶ καταμαντεύεται τῆς τέχνης.