Ancient Greek
5.Subsection a to 5.Subsection b
Maximus of Tyre, Dialexeis 5.Subsection a-10-Subsection b
Not analysed yet
Ἔστω δὴ ὁ ἔρως ὄρεξίς τις ψυχῆς, ἀλλὰ τῇ ὀρέξει ταύτῃ χαλινοῦ δεῖ, καθάπερ ἵππου θυμῷ· ἐὰν δὲ ἐπιτρέψῃς τῇ ψυχῇ φέρεσθαι, αὐτὸ ἐκεῖνο, κατὰ τὴν Ὁμηρικὴν εἰκόνα (Ζ 506), ἵππον ἀνῆκας ἀδηφάγον διὰ πεδίου κροαίνειν καὶ ὑβρίζειν, οὐκ ἐπὶ λουτρὰ νόμιμα, οὐδὲ ἐπὶ δρόμους τεχνικούς θέοντα, ἀχάλινον, ἀδέσποτον. Ἀλλὰ |αἰσχρὸν μὲν θέαμα ἵππος ἄφετος, αἰσχρὸν δὲ ἄκουσμα ὑβριστὴς ἔρως. Οὗτός ἐστιν ὁ ἔρως ὁ τοὺς κρημνοὺς πηδῶν, οὗτος ὁ ποταμοὺς περῶν, ὁ ξίφος λαμβάνων, ὁ ἅπτων βρόχον, ὁ μητρυιᾷ ἐπιτιθέμενος, ὁ προγόνοις ἐπιβουλεύων, ὁ παράνομος, ὁ ἔμπληκτος, ὁ χλωρός·