Ancient Greek
Κ΄ XX (uebn. XXVI vulg. 10), Section 5
Maximus of Tyre, Dialexeis 5.Subsection c-2
Not analysed yet
οὗτος ὁ ἐν σκηναῖς τραγῳδούμενος, ὁ ἐν μύθοις μισούμενος, μεστὸς ἐρινυῶν, μεστὸς δακρύων, οἴμοι βοῶν καὶ στένων, ὀλίγα μὲν εὐτυχῶν, ἐπαιρόμενος δὲ παρὰ τὴν ἀξίαν, καὶ τρεπόμενος παντοδαπὰς τροπὰς καὶ αἰφνιδίους· ἐπὶ σαρκῶν ἡδονὰς συντεταγμένος, καὶ φλεγμαίνων σῶμα σώματι ἀναμιγνύει, καὶ προσφυόμενος οὔτέ τινα εὐσχήμονα οὔτε νόμιμον οὔτε ἐρωτικὴν τῷ ὄντι ξυνυφήν. Ἐπισπᾶται δὲ αὐτὸν κάλλους φήμη οἰστρούμενον, ὑπὸ δὲ τῆς ἀγνοίας πλανώμενον.