Ancient Greek
κς΄ XXVI (Duebn XXXII vulg. 16), Section 5
Maximus of Tyre, Dialexeis 5.Subsection a-13
Not analysed yet
Συνελόντι δʼ εἰπεῖν, ἡ Ὁμήρου ποίησις τοιάδε τίς ἐστιν, οἷον εἰ καὶ ζωγράφον ἐννοήσαις φιλόσοφον Πολύγνωτον ἢ Ζεῦξιν, μὴ γράφοντα εἰκῇ· καὶ γὰρ τούτων ἔσται τὸ χρῆμα διπλοῦν, τὸ μὲν ἐκ τῆς τέχνης, τὸ δὲ ἐκ τῆς ἀρετῆς· κατὰ μὲν τὴν τέχνην, τὰ σχήματα καὶ τὰ σώματα εἰς ὁμοιότητα τοῦ ἀληθοῦς διασώζοντι· κατὰ δὲ τὴν ἀρετήν, εἰς μίμησιν τοῦ κάλλους τὴν εὐσχημοσύνην τῶν γραμμάτων διατιθέντι.