Ancient Greek
5.Subsection a to 5.Subsection c
Maximus of Tyre, Dialexeis 5.Subsection a-6-Subsection c
Not analysed yet
Ἤδη δὲ καὶ τοῦ ἀναγκαίου ἡ γνώμη μαντικῇ δηλωτική. Πῶς καὶ τίνα τρόπον ἐκατέρα; Αὐχμοὺς μέν, καὶ ἀνομβρίας, καὶ σεισμοὺς γῆς, καὶ πυρὸς ἐκβολάς, καὶ πνευμάτων ἐμβολάς, καὶ ἀέρων μεταβολὰς οὐ θεὸς οἶδεν μόνος, ἀλλὰ καὶ ἀνθρώπων ὅσοι δαιμόνιοι. Οὕτω καὶ Φερεκύδης σεισμὸν Σαμίοις προεμήνυσεν, καὶ Ἱπποκράτης Θετταλοῖς προσιόντα λοιμόν, καὶ Τιμήσιος Κλαζομενίοις ἐκλείποντα ἥλιον, καὶ ἄλλος ἄλλό τι.