Ancient Greek
ΙΓ΄ XIII (Duebn. XIX vulg. 3 B 16), Section 5
Maximus of Tyre, Dialexeis 5.Subsection d
Not analysed yet
Πῶς δὲ δὴ καὶ θεὸς τῶν ὅσα ἐφʼ ἡμῖν καταμαντεύεται; (Eur. Phoen. 18) Μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων ἄτερ, ὁ θεὸς λέγει· (Eur. Phoen. 19) ἢν γὰρ φυτεύσῃς παῖδα, ἀποκτενεῖ σε ὁ φῦς· ταῦτα λέγει μέν, ἀλλὰ οἶδεν ἀνδρὶ συμβουλεύων ἀκολάστῳ καὶ ἀκρατεῖ μέθης, καὶ διὰ τοῦτο προλέγει τὴν συμφοράν, ἧς παρέσχεν μὲν τὴν ἀρχὴν ὁ Λάϊος, ἐγνώρισεν δὲ τὴν αἰτίαν ὁ θεός.