Ancient Greek
5.Subsection b to 5.Subsection d
Maximus of Tyre, Dialexeis 5.Subsection b-Subsection d
Not analysed yet
ἐλευθέρῳ; Τί οὖν ἄλλο ἡγεῖ τῇ ψυχῇ εἶναι τὸ δέρμα τοῦτο καὶ τὰ ‖ὀστᾶ καὶ τὰς σάρκας; χλανίδια ἐφήμερα, καὶ ῥακία ἀσθενῆ καὶ τρύχινα· ταῦτα καὶ σίδηρος διαρρήγνυσιν, καὶ πῦρ τήκει, καὶ ἕλκη ἐπινέμεται. Ἡ μὲν οὖν ἀγαθὴ ψυχὴ καὶ διαπεπονημένη καὶ ἠσκημένη ἀμελεῖ, καὶ ὡς τάχιστα ἐφίεται γυμνωθῆναι· ὥστε κἂν ἐπιφθέγξαιτό τις τῷ γενναίῳ ἀνδρί, νοσοῦντα τῷ σώματι θεασάμενος, τὸ τοὐ Ὀδυσσέως ἐκεῖνο, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει·