Ancient Greek
Ζ΄ VII (Duebn XIII vulg 41 B 10 K 7), Section 5
Maximus of Tyre, Dialexeis 5.Subsection e-2
Not analysed yet
Ἡ δὲ δειλὴ ψυχὴ κατορωρυγμένη ἐν σώματι, ὡς ἑρπετὸν |νωθὲς εἰς φωλεόν, φιλεῖ τὸν φωλεόν, καὶ οὐδεπώποτε θέλει ἀπαλλαγῆναι αὐτοῦ, οὐδὲ ἐξερπύσαι, ἀλλὰ καιομένῳ συγκάεται, καὶ σπαραττομένῳ συσπαράττεται, καὶ ἀλγοῦντι τῷ σώματι συναλγεῖ, καὶ βοῶντι συμβοᾷ. Ὦ ποῦς, ἀφήσω σε; ὁ Φιλοκτήτης λέγει. Ἄνθρωπε, ἄφες, καὶ μὴ βόα, μηδὲ λοιδοροῦ τοῖς φιλτάτοις, μηδὲ ἐνόχλει τὴν Λημνίων γῆν. Ὦ θάνατε παιάν· εἰ μὲν ταῦτα λέγεις ἀλλαττόμενος κακὸν κακοῦ, οὐκ ἀποδέχομαι τῆς εὐχῆς·