Ancient Greek
Α΄ I (Duebn. VII volg. 37 B 4 Κ 1), Section 5
Maximus of Tyre, Dialexeis 5.Subsection e
Not analysed yet
συγκατῴκισεν δὲ ὁ θεὸς τοῖς |λογισμοῖς ἔρωτα καὶ ἐλπίδα, τὸν μὲν ὡσπερεὶ πτέρωμα τι κοῦφον καὶ μετάρσιον, ἐπαῖρον τὲ καὶ ἀνακουφίζον τὴν ψυχὴν καὶ παρέχον αὐτῇ δρόμον ἐπὶ τὰς αὐτῆς ὀρέξεις· καλοῦσιν δὲ οἱ φιλόσοφοι τὸ πτέρωμα τοῦτο ὁρμὴν ἀνθρωπίνην· αἱ δὲ ἐλπίδες σγκατῳκισμέναι τῇ ψυχῇ παραμύθιον ταῖς ἑκάστου ὁρμαῖς, οὐ κατὰ τὸν Ἀττικὸν ποιητὴν τυφλαί, ἀλλὰ ὀξυωπεῖς πάνυ, οὐκ ἐῶσιν αὐτὴν ἀπα ||γορεῦσαι πονοῦσαν ὡς τευξομένην πάντως ὧν ἐρᾷ.