Ancient Greek
Α΄ I (Duebn. VII volg. 37 B 4 Κ 1), Section 5
Maximus of Tyre, Dialexeis 5.Subsection f
Not analysed yet
Πάλαι γὰρ ἄν οὐκ οὔσης ἐλπίδος καὶ ὁ χρηματιστὴς ἐπαύσατο χρηματιζόμενος, καὶ ὁ μισθοφόρος στρατευόμενος, καὶ ὁ ἕμπορος πλέων, καὶ ὁ λῃστὴς ληϊζόμενος, καὶ ὁ ἀκόλαστος μοιχεύων· ἀλλʼ οὐκ ἐῶσιν αἱ ἐλπίδες προστάττουσαι τούτους ἀνήνυτα πονεῖν καὶ ἀτελεύτητα, τὸν μὲν χρηματιστὴν ὡς πλουτήσοντα, τὸν δὲ πολεμοῦντα ὡς νικήσοντα, τὸν δὲ πλέοντα ὡς σωθησόμενον, τὸν δὲ ληϊζόμενον ὡς κερδανοῦντα, τὸν δὲ μοιχεύοντα ὡς λησόμενον· κᾆτα τὶς ἕκαστον ὑπολαβοῦσα αἰφνίδιος συμφορὰ ἐσύλησεν μὲν τὸν χρηματιστήν, ἀπέκτεινεν δὲ τὸν μισθοφόρον, κατέδυσεν δὲ τὸν ἔμπορον, ἔλαβεν δὲ τὸν λῃστήν, ἐφώρασεν δὲ καὶ τὸν μοιχόν· καὶ ἀπολώλασιν αὐτοῖς αἱ ὀρέξεις αὐταῖς ἐλπίσιν.