Ancient Greek
5.Subsection g to 5.Subsection i
Maximus of Tyre, Dialexeis 5.Subsection g-2-Subsection i
Not analysed yet
παρατιθέντες γὰρ κακὸν κακῷ, νόσῳ πόνους, αἱροῦνται ἡδόμενοι νοσεῖν μᾶλλον, ἢ πονοῦντες ὑγιασθῆναι. Καί τις ἤδη ἰατρὸς εὐμήχανος ἀνεκέρασεν βραχεῖαν ἡδονὴν τῷ ἀλγεινῷ τῆς ἰάσεως· ποριστὴς δὲ ἡδονῆς, καὶ παντοίας ἡδονῆς, οὔτε ὁ Ασκληπιός, οὔτε οἱ Ἀσκληπιάδαι, ἀλλʼ ὀψοποιῶν τὸ ἔργον. Οὐδὲν δὲ σεμνότερον ἀκόλαστος λόγος τῶν τῆς γαστρὸς κολακευμάτων· ἐὰν γὰρ τούτου ἀφέλῃς μὲν τὸ ὠφελοῦν, τερπνὸν δὲ προσθῇς, ἰταμὸν καὶ ἄκρατον ἰσοτιμίαν καὶ ἰσηγορίαν χειρο|τονεῖς λόγου πρὸς τὰ αἰσχρὰ πάντα, ὅσα διʼ αἰσθήσεων ἐπὶ ψυχὴν ἔρχεται, ὑφʼ ἡδονῆς παραπεμπόμενα.