Ancient Greek · ~4 min
ΚΕ΄ XXV (Duebn XXXI vulg. 15), Section 6
Maximus of Tyre, Dialexeis 6-16
Not analysed yet
Ἀλλὰ τούς μὲν ὀψοποιοὺς τούτους τοῖς συμποσίοις ἐῶμεν, καὶ γαστρὸς καὶ ἀκοῆς ὑπηρέτας πονηρούς· ἡμῖν δὲ δεῖ λόγου ὀρθοῦ καὶ διανεστηκότος, μέγα βοῶντος, καὶ τὰς ψυχὰς αὑτῷ συνεπαίροντος ὑπὲρ τὴν γῆν ἄνω, καὶ ὅσα περὶ γῆν παθήματα ἡδονῶν καὶ ἐπιθυμημάτων, καὶ φιλοτιμιῶν, καὶ ἐρώτων, καὶ ὀργῆς καὶ λύπης καὶ μέθης ἐχόμενα· ὧν συμπάντων κρείττονα χρὴ γεμέσθαι τὸν τῷ φιλοσόφῳ λόγῳ συνανιστάμενον ῥήτορα ἀληθῆ, οὐκ ἀργόν, οὐδὲ ἐκλελυμένον, οὐδʼ ἐπίχριστον κατὰ τὴν τέχνην, οὐδὲ ἐν δικαστηρίῳ μόνον ἐν ἀμφιβόλῳ ἐπικουρίᾳ τεταγμένον· ἀλλὰ πανταχοῦ καὶ ἐν ἅπαντι ἐξεταζόμενον, ἐν μὲν ἐκκλησίαις σύμβουλον φρόνιμον, ἐν δὲ δικαστηρίοις ἀγωνιστὴν δίκαιον, ἐν δὲ πανηγύρεσιν ἀγωνιστὴν σώφρονα, ἐν δὲ παιδείᾳ διδάσκαλον ἐπιστήμονα· οὐ περὶ Θεμιστοκλέους μόνον τοῦ μηκέτι ὄντος, οὐδʼ ἐν Ἀθηναίοις τοῖς τότε, οὐδʼ ὑπὲρ ἀριστέως τοῦ μηδαμοῦ, οὐδὲ κατὰ μοιχοῦ λέγοντα μοιχὸν ὄντα, οὐδὲ κατὰ ὑβριστοῦ ὑβριστὴν ὄντα· ἀλλʼ ἀπηλλαγμένον τῶν παθῶν τούτων, ἵνα γένηται κατήγορος ἀδικημάτων ἀληθής. Τοιτων, οῦτος ἐξ ἀγαθῆς παλαίστρας ἀγωνιστὴς γίγνεται, λόγων μεστὸς ἀκολακεύτων, καὶ ἠσκημένων ὑγιῶς, καὶ δυναμένων ἄγειν πειθοῖ καὶ βίᾳ ἐκπληκτικῇ τὸ πλησιάζον πᾶν.