Ancient Greek
ΙΓ΄ XIII (Duebn. XIX vulg. 3 B 16), Section 6
Maximus of Tyre, Dialexeis 6-10
Not analysed yet
Οἶκος οὗτος εἷς θεῶν καὶ ἀνθρώπων, οὐρανὸς καὶ γῆ, δυοῖν ἑστία ἢ ὀχήματα, τὰ |ἀθάνατα. Ὧν τὸν μὲν νέμονται θεοὶ καὶ θεῶν παῖδες, τὴν δὲ ὑποφῆται θεῶν, ἄνθρωποι, οὐ ‘χαμαιεῦναι’, καθʼ Ὅμηρον, (Π 235) οὐδὲ ‘ἀνιπτόποδες’, ἀλλὰ ἄνω εἰς τὸν οὐρανὸν ὁρῶντες ὀρθῇ τῇ ψυχῇ, καὶ ἀνηρτημένοι τῇ γνώμῃ πρὸς τὸν Δία. Διέλαχον δὲ αὐτῶν τοὺς βίους ἐπιστάται θεοί· γῆν τε γὰρ θεοὶ ἐπιβόσκονται, σώζοντες τὰ τῆς γῆς ἔγγονα, οὐχ ὁρώμενοι, οὐδὲ τοξεύοντες, ἢ τιτρωσκόμενοι, οὐ γὰρ σῖτον ἔδουσ᾿, οὐ πίνουσʼ αἴθοπα οἶνον. Ἄνθρωποι δὲ εἰς τὸν οὐρανὸν ἀφορῶντες, θέμις ὁρᾶν τὸν τοῦ Διὸς περιλαμπῆ οἶκον, οὐ χρυσοῖς, καθʼ Ὅμηρον, κόσμοις καὶ κόραις δᾷδας μετὰ χεῖρας φέρουσιν λαμπόμενον, ἀλλὰ ἡλίῳ καὶ σελήνῃ καὶ τῶν τούτοις συντεταγμένων ἀκμαίῳ πυρὶ καταφεγγόμενον. Στρατὸν ὁρᾷς ἡγεμόνων ἀγαθῶν καὶ θεραπόντων ἀναγκαίων· τοῦτό μοι φύλαττε τὸ σύνθημα, καὶ ὄψει μὲν τὴν μαντικήν, συνήσεις δὲ τὴν ἀρετήν, γνωριεῖς δὲ τὴν ἑκατέρου ἐπιμέλειαν καὶ κοινωνίαν.