Ancient Greek
Subsection a to Subsection f
Maximus of Tyre, Dialexeis Subsection a-2-Subsection f
Not analysed yet
Πολιτείαν ὁρᾷς τὸν ἀνθρώπινον βίον, οὐχ ἑδραῖον οὐδὲ ἠπειρωτικόν, ἀλλὰ νεὼς ὁλκάδος, ἐν πελάγει πλατεῖ περαιούμενος· σώζει δὲ αὐτὴν οὐ μόνον κυβερνήτου τέχνη, ἀλλὰ καὶ πνευμάτων καιροί, καὶ ὑπηρεσία ναυτῶν, καὶ εὐκολία ὀργάνων, καὶ θαλάττης φύσις. Τάττε δέ μοι κατὰ μὲν τὰ ὄργανα καὶ τὰς ὑπηρεσίας τοὺς λογισμοὺς τῆς ψυχῆς, κατὰ δὲ θάλατταν καὶ τὰ πνεύματα τὸ ἄδηλον τῶν ἀνθρωπίνων, κατὰ δὲ τὸ προορατικὸν τῆς κυβερνητικῆς τέχνης τὸ εὔστοχον τῆς μαντικῆς. Εἰ δέ σου ἀντε τίθει τύχη τῷ λογισμιῷ τῆς πολιτείας κράσεις, ἀκούσῃ Πλάτωνος ὡδὶ λέγοντος, (Leg. 709 B) ὡς θεὸς μὲν πάντα, καὶ μετὰ θεοῦ τύχη καὶ καιρὸς τὰ ἀνθρώπινα κυ|βερνῶσιν τὰ ξύμπαντα· ἡμερώτερόν γε μὴν τρίτον ἐπὶ τούτοις προσθεῖναι δεῖν ἕπεσθαι, τὴν τέχνην. Καιρῷ γὰρ χειμῶνι συλλαβέσθαι κυβερνητικήν