Ancient Greek · ~7 min
ΙΕ´ XV (Duebn XXI vulg. 5 B 18), Section 6
Maximus of Tyre, Dialexeis 6-11
Not analysed yet
Συνελόντι δʼ εἰπεῖν, τίς ὄνησις τοῦ εἰδέναι, εἰς ἅπερ συντελεῖ τὸ εἰδέναι; τίς χρεία ἰατρῷ τῆς τέχνης, μὴ ὑγιάζοντι κατὰ τὴν τέχνην; τίς χρεία Φειδίᾳ τῆς τέχνης, μὴ προστιθέντι αὐτὴν τῷ ἐλέφαντι καὶ τῷ χρυσῷ; Σοφὸς ἦν δήπου καὶ ὁ Νέστωρ· ἀλλὰ ὁρῶ τὰ τῆς σοφίας ἔργα, σωτηρίαν στρατοπέδου, εἰρήνην πόλεως, παιδῶν πειθώ, δήμου ἀρετήν. Σοφὸς ἦν ὁ Ὀδυσσεύς· ἀλλʼ ὁρῶ τὰ ἔργα, τοῦτο μὲν ἐν γῇ, τοῦτο δὲ ἐν θαλάττῃ· (α 3) πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα, καὶ νόον ἔγνω, (α 5) ἀρνύμενος ἤν τε ψυχὴν καὶ νόστον ἑταίρων. Καὶ πρὸς τούτῳ ἔτι ἦν σοφὸς ὁ Ἡρακλῆς· ἀλλὰ οὐχ αὑτῷ σοφός, ἀλλὰ ἐπὶ πᾶσαν γῆν καὶ θάλατταν ἡ σοφία ἔτεινεν. Οὗτος ὁ θηρίων καθάρτης, οὗτος ὁ τυράννων σωφρονιστής, ὁ δουλείας ἐλευθερωτής, ὁ ἐλευθερίας νομοθέτης, ὁ δικαιοσύνης βεβαιωτής, εὑρετὴς νόμων, ἀληθευτὴς λόγων, κατορθωτὴς ἔργων. Κἰ δὲ ἤθελεν ὁ Ἡρακλῆς ἐπαναχωρήσας καθʼ ἡσυχίαν βιοῦν, καὶ σχολὴν ἄγειν, καὶ διώκειν σοφίαν ἀπράγμονα, ἦν ἂν δήπου ἀνθʼ Ἡρακλέους σοφιστής, καὶ οὐδεὶς ἂν αὐτὸν ἐτόλμησεν εἰπεῖν παῖδα Διός. Οὐδὲ γὰρ ὁ Ζεὺς σχολὴν ἄγει· ἡ γὰρ ἂν ἐπαύσατο καὶ οὐρανὸς περιφερόμενος· καὶ γῆ τρέφουσα, καὶ ποταμοὶ ῥέοντες, καὶ δεχομένη θάλαττα, καὶ ὧραι ἀμείβουσαι, καὶ Μοῖραι διαλαγχάνουσαι, καὶ Μοῦσαι ᾄδουσαι· ἐπαύσαντο δʼ ἂν καὶ αἱ ἀνθρώπων ἀρεταί, καὶ ζῴων σωτηρίαι, καὶ καρπῶν γενέσεις, καὶ τὸ πᾶν τοῦτο αὗθις ἂν περὶ αὐτῷ σφαλλόμενον συνεχύθη καὶ συνεταράχθη. Ἀλλʼ ἡ Διὸς πραγματεία ἄτρυτος οὖσα καὶ διηνεκὴς καὶ ἀκοίμητος, καὶ μηδέποτε ἀπαγορεύουσα, μηδὲ ἐπαναχῶοροῦσα τοῦ ἑαυτῆς ἔργου, ἀέναον χορηγεῖ τὴν σωτηρίαν τοῖς οὖσιν. Οὕτω που καὶ βασιλέων τοῖς ἀγαθοῖς καὶ Διὶ ὁμοίοις παραινεῖ διʼ ὀνειράτων ὁ Ζεύς, (Β 24/25) οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν.