Ancient Greek
7.Subsection a to 7.Subsection b
Maximus of Tyre, Dialexeis 7.Subsection a-10-Subsection b
Not analysed yet
Πρὸς ταῦτα ἀπιδὼν ὁ φιλόσοφος, μὴ τὸν Δία μιμείσθω, μὴ τὸν Ἡρακλέα, μὴ τοὺς ἀγαθοὺς βασιλεῖς, μὴ τούς ἄρχοντας, ἀλλὰ βιούτω βίον ἀνδρὸς ἐν ἐρημίᾳ γεννηθέντος, μονωτὴν βίον, οὐκ ἀγελαστικόν· Κυκλώπιον βίον, οὐκ ἀνθρώπινον. Ἀλλὰ καὶ τούτοις ἔφερεν μὲν ἡ γῆ πυροὺς καὶ κριθάς, οὔτε φυτεύουσι χερσὶ φυτόν, οὔτʼ ἀρόωσιν· ἀλλὰ θεμιστεύει ἕκαστος ὁμῶς καὶ παίδων καὶ γυναικῶν, καὶ οὐ παντάπασιν ἀπράγμων ἦν. Τὸ δὲ ὅλον,