Ancient Greek · ~5 min
ΙΗ΄ XVIII (Duebn. XXIV vulg. 8), Section 6
Maximus of Tyre, Dialexeis 6-12
Not analysed yet
ψέῤ ἐπαμύνωμεν τῷ λόγῳ, μὴ εἰκαῖα φλυαρῶμεν. Καὶ δή μοι δοκῶ βούλεσθαι μὲν ταῦτα, δύνασθαι δὲ ἧττον· χρὴ δὲ ὁμοῦ τῷ βούλεσθαι καὶ δύνασθαι. Ὧδε τοίνυν δράσωμεν περὶ ῥᾳστώνην τοιαύτην τῷ 5 λόγῳ, οἵαν καὶ εἰς τὰ δικαστήρια εἰσαγγελλόμενοι ἢ κινδυνεύοντες· οὐ περὶ τοῦ πράγματος ἀπολογοῦνται μόνον, ὑπὲρ ὅτου ἡ εἰσαγγελία ἐγένετο, ἀλλ᾿ ἠρέμα εἰς ἄλλους ἀξιοχρεωτέρους τρέπουσι τὴν αἰτίαν, τῇ πρὸς ἐκείνους κοινωνίᾳ κατασμικρύνοντες τὰ αὐτῶν. Οὐκοῦν καὶ ἡμεῖς περὶ Σωκράτους, εἰ μὲν ὀρθῶς ταῦτα ἔδρα ἢ μή, σκοπεῖν ἀναθησόμεθα σμικρόν, ὅσον τὸ κατγόρους· ὅτι ‘ἡμῖν δοκεῖτε, ὦ ἄνδρες, ἀτοπώτεροι εἶναι συκοφάνται Ἀνύτου καὶ Μελήτου᾿· ἐκεῖνοι μέν γε ἀδικεῖν γραψάμενοι Σωκράτην, καὶ τοὺς νέους διαφθείρειν, καὶ ὅτι μὲν Κριτίας ἐτυράννησεν, τοῦτο ἀδικεῖν ἔλεγον τὸν Σωκράτην, καὶ ὅτι Ἀλκιβιάδην ἐᾷ ὀμνύει τὴν πλάτανον καὶ τὸν κύνα· τῶν δὲ ἐρωτικῶν τῶν Σωκράτους ἀπέ |σχοντο καὶ οἱ δεινοὶ οὗτοι συκοφάνται· ἀλλ᾿ οὐδὲ Ἀριστοφάνης τὰ Σωκράτους ἐν Διονυσίοις κωμῳδῶν, ὁ δεινότατος τῶν κατηγόρων, ἐλοιδορήσατο τῷ ἔρωτι τοῦ Σωκράτους· καίτοι πένητα εἰπών, καὶ ἀδολέσχην, καὶ σοφιστήν, καὶ πάντα μᾶλλον ἢ κακῶς ἐρῶντα. ἦν, ὡς ἔοικεν, τὸ πρᾶγμα οὔτε τοῖς συκοφάνταις, οὔτε τοῖς κωμῳδοῖς ἐπιλήψιμον.