Ancient Greek · ~4 min
ΙΗ΄ XVIII (Duebn. XXIV vulg. 8), Section 7
Maximus of Tyre, Dialexeis 7-5
Not analysed yet
Διὸ δὴ τὸ μὲν Ἀθηναίων θέατρον καὶ τὸ δικαστήριον ἐκεῖνο διαπέφευγεν· πρὸς τουτουσὶ δὲ τοὺς νυνὶ κατηγόρους (οὐ γάρ εἰσιν ἐκείνων ἀμαχώτεροι) διαγωνισώμεθα τὸ πρῶτον τῇδε· ὡς οὐκ ἴδιον Σωκράτους τὸ ἐρωτικὸν ἐπιτήδευμα, ἀλλὰ μακρῷ πρεσβύτερον· μάρτυρα δὲ αὐτὸν Σωκράτην παραστησώμεθα, ἐπαινοῦντα μὲν τὸ ἔργον καὶ θαυμάζοντα αὐξανό〈μενον, ἀπαρνού〉μενον δὲ αὐτοῦ τὴν εὕρεσιν. Ἐπιδειξαμένου γὰρ αὐτῷ τοῦ Μυρινουσίου Φαίδρου λόγον ὑπὸ Λυσίου τοῦ Κεφάλου συγγεγραμμένον ἐρωτικόν, οὐκ ἔφη θαυμάζειν, πλῆρες τὸ στῆθος ἔχων ὥσπερ ἀγγεῖον, ἀλλοτρίων ναμάτων, ἦπου Σαπφοῦς τῆς καλῆς (οὕτω γὰρ αὐτὴν ὀνομάζων χαίρει διὰ τὴν ὥραν τῶν μελῶν, καίτοι μικρὰν οὖσαν καὶ μέλαιναν) ἢ Ἀνακρέοντος, φησίν, τοῦ σοφοῦ. Τὸν δὲ ἐν τῷ συμποσίῳ λόγον, εἰς ἔρωτα ἔπαινον, Μαντινικῇ γυναικὶ ἀνατίθησιν· ἀλλὰ εἴτε Μαντινική, εἴτε καὶ Λεσβία τὶς ἦν ἡ τοῦ λόγου μήτηρ, πάντως γε οὐκ ἴδιοι οἱ τοῦ Σωκράτους ἐρωτικοὶ λόγοι, οὐδὲ πρώτου· θεασώμεθα γὰρ οὕτως, ἀπὸ Ὁμήρου ἀρξάμενοι.