Ancient Greek · ~4 min
ΚΖ΄ XXVII (Duebn. XXXIII vulg. 17), Section 6
Maximus of Tyre, Dialexeis 6-18
Not analysed yet
Εἰ δέ σοι καὶ σαφεστέρας εἰκόνος δεῖ, ὁχλοκρασίᾳ τινὶ εἰκαστέον τὴν τῆς ψυχῆς πονηρίαν· ἐπειδὰν πόλεως τὸ μὲν ἐπιεικὲς |πᾶν βιασθὲν δουλεύῃ, τὸ δὲ ἀνόητον καὶ παντοδαπὸν ἐπιχειρῇ ἄρχειν, ὑπὸ ἐξουσίας ἀδεοῦς θρασυνόμενον· ἀνάγκη γάρ που τὴν τοιαύτην πόλιν πολύφωνόν τε εἶναι καὶ πολυμερῆ καὶ πολυπαθῆ, καὶ μεστὴν παντοδαπῶν ἐπιθυμημάτων, ἀκόλαστον μὲν ἐν ἡδοναῖς, ἀκατάσχετον δὲ ἐν ὀργαῖς, ἄμετρον δὲ ἐν τιμαῖς, ἀστάθμητον δὲ ἐν εὐτυχίαις, δυσανάκλητον δὲ ἐν συμφοραῖς. Ὅταν Περικλῆς μὲν οἴχηται, φεύγῃ δὲ Ἀριστείδης, ἀποθνήσκῃ δὲ Σωκράτης, ἀνίστηται δὲ Νικίας, ἐπιθυμῇ δὲ Κλέων μὲν Σφακτηρίας, Θρασύλλος δὲ Ἰωνίας, Ἀλκιβιάδης δὲ Σκελίας, καὶ ἄλλος ἄλλης γῆς ἢ θαλάττης, συνεπιθυμῇ δὲ αὐτῷ πλῆθος ἀργὸν καὶ ἄτακτον καὶ μισθοφόρον, πανταχοῦ περιφερόμενον, ἀνάγκη τὰς ἐπιθυμίας ταύτας δοῦ. λείας γεννᾶν, καὶ συμφοράς, καὶ τυραννίδα, καὶ πάντα δὴ τὰ ἔκτοπα ὀνόματα. Εἰσὶν καὶ ἐν ψυχῇ δημαγωγοὶ πονηροί, καὶ δῆμος ἀκόλαστος, Ἀλκιβιάδαι πολλοὶ καὶ Κλέωνες, τὴν δειλαίαν οὐκ ἐῶντες ψυχὴν ἀτρεμεῖν καὶ παραχωρεῖν τῷ ἐν αὐτῇ λόγῳ καὶ νόμῳ. Αὕτη τῆς ἐν ἀνθρώπῳ πολιτείας μοχθηρία·