Ancient Greek
ΚΖ΄ XXVII (Duebn. XXXIII vulg. 17), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection a-14
Not analysed yet
Ἀρετὴ δέ, ἧσπερ εἵνεκεν τοὺς πολλοὺς λόγους κατεστησάμεθα, ἔμπαλιν ἔχει, αὐτὸ ἐκεῖνο κατὰ τὴν Λακωνικὴν πολιτείαν, ἧς τὸ τοιοῦτο μὲν πλῆθος ἄρχεται, τὸ δὲ ὀλίγον καὶ ἐπιεικὲς ἄρχει· καὶ τὸ μὲν σώζει, τὸ δὲ σώζεται· καὶ τὸ μὲν προστάττει, τὸ δὲ πείθεται· τὸ δὲ ἐξ ἀμφοῖν ἔργον ἐλευθερία· ἑκάτερον δὲ ἑκατέρου ἐνδεές, καὶ τὸ ἄρχον τῶν ἀρχομένων, καὶ τὸ ἀρχόμενον τῶν σωζόντων.