Ancient Greek · ~5 min
ΛΖ΄ XXXVII (Duebn. XXXVII vulg. 21), Section 6
Maximus of Tyre, Dialexeis 6-21
Not analysed yet
Τύ δὲ τούτων ἀρχαιότερα εἰς τί χρὴ λέγειν; Ὀρφεὺς ἐκεῖνος ἦν μὲν Οἰάγρου παῖς καὶ Καλλιόπης αὐτῆς, ἐγένετο δὲ ἐν Θρᾴκῃ ἐν τῷ Παγγαίῳ ὄρει· νέμονται δὲ τοῦτο Θρᾳκῶν οἱ Ὀδρύσαι, ὄρειον γένος, λῃσταὶ καὶ ἄξενοι· ἀλλʼ εἵποντό γε Ὀδρύσαι ἑκόντες ἡγεμόνι Ὀρφεῖ, καλῇ κηλούμενοι τῇ ᾠδῇ. Τοῦτο ἄρα ῾δρῦς καὶ μαινὰς ἐγένετοʼ, ἄγειν εἰκαζόντων τὸ ἀγεννὲς τοῦ τῶν κηλουμένων τρόπου ἀψύχοις σώμασιν. Ἄλλος ἦν περὶ Βοιωτίαν κιθαριστὴς γενναῖος, οὐ λίθους, οὐδὲ οἷον ὁ μῦθος φησίν, προσαγόμενος τῇ τέχνῃ (πῶς γὰρ ἄν γένοιτο ἐξ ᾠδῆς τεῖχος;) ἀλλʼ ὑπὸ μέλει ἐμβατηρίῳ καὶ τακτικῷ συναγα |γὼν εἰς φάλαγγα τοὺς Βοιωτῶν νέους τεῖχος ἄμαχον ταῖς Θήβαις περιέβαλλεν· οἷον τεῖχος καὶ Σπταρτιάταις ἐμηχανήσατο Λυκοῦργος, ἐπιτάξας τοῖς νέοις αὐλὸν ἡγεμόνα ἐν ταῖς μάχαις· οἱ δὲ ἐπείθοντο, καὶ ἐπολέμουν χοροῦ νόμῳ. Τοῦτον ἔχων καὶ Θεμιστοκλῆς τὸν αὐλὸν εἰς τὰς ναῦς ἐνεβίβασεν τὰς Ἀθήνας, οἱ δὲ ὑπʼ αὐλῷ οἱ μὲν εἴρεσσον, οἱ δὲ ἐμάχοντο, ἐνίκων δὲ ἄμφω, ξυνεπήχουν δὲ καὶ αἱ θεαὶ τῷ χορῷ Ἐλευσινόθεν. Ἐκεῖθεν ἐπινίκια ἕστηκεν, ἐκεῖθεν τρόπαια Λακωνικὰ καὶ Ἀττικά, θαλάττια καὶ ἠπειρωτικά, μετʼ ἐπιγραμμάτων καλῶν· τοῦτον τὸν χορὸν ἐτίκων μὲν Λακεδαιμόνιοι, ἐδίδασκεν δὲ Λεωνίδης.