Ancient Greek
ΛΖ΄ XXXVII (Duebn. XXXVII vulg. 21), Section 7
Maximus of Tyre, Dialexeis 7-8
Not analysed yet
Καὶ τί δεῖ πλέω λέγειν, ἢ μουσικῆς πέρι ἀπομηκύνειν; ἀγαθὴ μὲν γὰρ εἰρήνης ξυνεργός, ἀγαθὴ δὲ ἐν πολέμῳ παραστάτις, ἀγαθὴ δὲ ἐν πολιτείᾳ ξύνοικος, ἀγαθὴ δὲ καὶ παίδων τροφός. Ταχεῖα γὰρ τῶν αἰσθήσεων ἡ ἀκοή, καὶ ὀξέως ἐπὶ τὴν ψυχὴν τὰ γνωσθέντα ἀναπέμπουσα, καὶ προσαναγκάζουσα συμφθέγγεσθαι καὶ συνορμᾶν τοῖς αὐτῆς πάθεσιν. Ὅθεν ἄμουσοι ψυχαὶ καὶ ἐκμελεῖς, παντὶ τῷ ἡδεῖ φαινομένῳ ἐνδιδοῦσαι, οὐδαμῶς ἄν ποτε γένοιντο μέτοχοι ὀρθοῦ νόμου· μουσικὴν δὲ ὀνομάζουσιν τὴν αὑτῶν ἡδονὴν διʼ ὁμοιότητα οὐ τοῦ τέλους, ἀλλὰ τῆς περὶ τὰ μέλη πραγματείας· οἷον εἰ τις καὶ ἰατρικὴν καλοῖ τέχνην, ἀπεληλαμένην μὲν τοῦ ὑγιεινοῦ, περὶ δὲ τὰ αὐτὰ φάρμακα ἐξεταζομένην. Οὕτως ἀμέλει καὶ γεωμετρίαν, τὸ γενναιότατον φιλοσοφίας μέρος, οἱ μὲν πολλοὶ φαῦλον, καὶ ἐπὶ τῷ φαύλῳ τέλει, μέχρι τοῦ περὶ |τὴν χρείαν ἀναγκαίου δοκοῦντος, προσίενται, διαμετρῆσαι γῆν, καὶ ἀναστῆσαι τειχίον, καὶ πᾶν ὅσον εἰς χειρουργίαν αὐτῆς συντελεῖ, δοκιμάζοντες, πρόσω δὲ οὐχ ὁρῶντες· ἡ δὲ οὐχ οὕτως ἔχει, πολλοῦ γε καὶ δεῖ· οὐ γὰρ ἄν ᾠκεῖτο χεῖρον ἡ γῆ, μὴ διαμετρουμένων αὐτὴν ἀκριβῶς πενήτων γεωργῶν· ἀλλὰ τοῦτο μὲν εἴη ἄν τι τῶν ἐν γεωργίᾳ τὸ φαυλότατον· τὸ δʼ ἔργον αὐτό, ὥσπέρ τι ὀξυωπὲς τῆς διανοίας φάρμακον, ῥώμην αὕτη οὐκ ἀγεννῆ παρασκευάζει πρὸς τὴν θέαν τῶν ὅλων· ἀθέατοι δὲ οἱ πολλοὶ τῆς χρείας ταύτης, καθάπερ εἴ τις ἠπειρώτης ἀνὴρ ναῦν ἰδὼν ἐν λιμένι, ἀγασθεὶς τοῦ σοφίσματος ἔνδον τῇ νηῒ ||χρῷτο, πάντα κινῶν τὰ ὄργανα, τοῦτο οἰόμενος εἶναι τέλος τῆς νεώς.