Ancient Greek
ΛΗ΄ XXΧVIII (Duebn. XXXVIII vulg. 22), Section 6
Maximus of Tyre, Dialexeis 6-22
Not analysed yet
Τὸ θεῖον πάντως ποι τίθεσαι τελεώτατον καὶ αὐταρκέστατον καὶ ἰσχυρότατον· ὡς, εἴ τι ἀφέλοις, λυμανεῖς τῷ ὅλῳ. Εἰ γὰρ μὴ τέλεον, οὐκ αὔταρκες· εἰ δὲ οὐκ αὔταρκες, οὔπω τέλεον· εἰ δὲ μὴ αὔταρκες μήτε τέλεον, πῶς ἰσχυρόν; Αὔταρκες δὲ ὄν καὶ τέλεον καὶ ἰσχυρόν, κατὰ μὲν τὴν τελεότητα τὰ ἀγαθὰ βούλεται, κατὰ δὲ τὴν αὐτάρκειαν ἔχει, κατὰ δὲ τὴν ἰσχὺν δύναται· βουλόμενος δὲ δὴ καὶ ἔχων καὶ δυνάμενος, κατὰ τί μὴ δῷ; Ὁ μὲν γὰρ ἔχων, οὐ διδούς, οὐ βούλεται· ὁ δὲ βουλόμενος, οὐκ ἔχων, οὐ δύναται· ὁ δὲ ἔχων καὶ βουλόμενος, πῶς οὐ δύναται; Οὐκοῦν εἴπερ ἔχει τἀγαθά, τὰ τελεώτατα ἔχει, τελεώτατον δὲ ἡ ἀρετή· δί. δωσιν τοίνυν, ὃ ἔχει· ὥστε οὐ δέος, μὴ ἄλλό τι ἀγαθὸν εἰς ἀνθρώπους ἔλθῃ, μὴ παρὰ θεοῦ ὁρμηθέν· ἀλλὰ μὴν οὐδέν, εἴ τι ἄλλο ἀνθρώποις ἀγαθόν, ὅ μὴ παρὰ θεῶν ἔρχεται. Τίνʼ οὖν τρόπον ἀρετὴ παρὰ θεοῦ ἔρχεται; Πέφυκεν τὸ ἀνθρώπων πᾶν ἐξ ἀρχῆς δίχα, τὸ μὲν εἰς ἀρετῆς ἐπιτηδειότητα, τὸ δὲ εἰς μοχθηρίας· ὧν ἡ μὲν μοχθηρία ἐνδεὴς τοῦ κολάζοντος, ἡ δὲ ἀρετὴ τοῦ σώζοντος. Μοχθηρὰ μὲν γὰρ φύσις, τυχοῦσα ἐπιστάτου χρηστοῦ, νόμου καὶ ἔθους, τὸ ἄλυπον τῷ πλησίον περιεβάλ |λετο, καὶ πλεονεκτεῖ οὐκ ἐν μοίρᾳ ἀγαθῶν, ἀλλʼ ἐν ἐλαττώσει βλάβης· αἰ δὲ ἄρισται ψυχῆς φύσεις ἀμφισβητήσιμοι, ἐν μεθορίᾳ τῆς ἄκραἀρετῆς πρὸς τὴν ἐσχάτην μοχθηρίαν καθωρμισμένοι, δέονται ξυναγωνιστοῦ θεοῦ καὶ ξυλλήπτορος τῆς ἐπὶ θάτερα τὰ κρείττω ῥοπῆς καὶ χειραγωγίας. Ὁ μὲν γὰρ ἐπὶ τὰ αἰσχρὰ ὄλισθος αὐτοφυοῦς ἀσθενείας ἔργον, ἣ καὶ τὰς ἐπιεικεῖς ψυχὰς κολακεύουσα διὰ ἡδονῶν καὶ ἐπιθυμημάτων εἰς τὰς αὐτὰς ὁδοὺς ταῖς μοχθηρίαις συγκαθέλκει.