Ancient Greek
7.Subsection a to 7.Subsection d
Maximus of Tyre, Dialexeis 7.Subsection a-19-Subsection d
Not analysed yet
Ἀκούσῃ γοῦν τοῦ Διὸς αὐτοῦ λέγοντος, ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται· ἐξ ἡμέων γὰρ φασὶ κακʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν. Περὶ δὲ τῶν ἀγαθῶν ἀνθρώπων οὐκ ἀκούσῃ τοιοῦτον οὐδὲν λέγοντος, οὐδὲ ἀπωθουμένου τὴν αἰτίαν, οὐδὲ ἀποτιθεμένου τὴν φροντίδα, ἀλλʼ αὐτὸ τοὐναντίον· πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, οὗ περὶ μὲν πρόφρων κραδίη, καὶ θυμὸς ἀγήνωρ ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Πάλλας Ἀθήνη; Τίς οὖν οὐκ ἂν εἴποι τὸν Ὀδυσέα ἀγαθὸν εἶναι θείᾳ μοίρᾳ, οὗ μέμνηται μὲν ὁ Ζεύς, κήδεται δὲ ἡ Ἀθηνᾶ. ἡγεῖται δὲ ὁ Ἑρμῆς, ἔραται δὲ Καλυψώ, σώζει δὲ ἡ Λευκοθέα; Εἰ δὲ ἀγαθὸς ἦν, ὥσπερ ἦν, διότι πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω καὶ πολλὰ δʼ ὅγʼ ἐν πόντῳ πάθεν ἄλγεα ὅν κατὰ θυμόν, πῶς οὐ θείᾳ μοίρᾳ αὐτῷ συνηνέχθη τὰ γυμνάσια, ἀφʼ ὧν ἀγαθὸς καὶ ἦν καὶ ἔδοξεν;