Ancient Greek
ΙΒ΄ XII (Duebn. XVIII volg. 2 B 15), Section 6
Maximus of Tyre, Dialexeis 6-9
Not analysed yet
Τί δὲ τοίνυν ἔσται καὶ πέρας τοῦ κακοῦ; εἰ γὰρ ὁ ἀδικηθεὶς ἀμύνεται, ἀεὶ μεταβαίνει τὸ κακὸν ἀπʼ ἄλλου πρὸς ἄλλον καὶ μεταπηδᾷ, καὶ διαδέξεται ἀδικία ἀδικίαν. ᾯ γὰρ δικαίῳ συγχωρεῖς τῷ παθόντι ἐπεξεῖναι, τῷ αὐτῷ τούτῳ δικαίῳ ἐπαναχωρεῖ αὖθις ἀπʼ ἐκείνου πρὸς τὸν αὐτὸν ἡ τιμωρία· τὸ γὰρ δίκαιον ἐπʼ ἀμφοῖν ἴσον. Ὦ Ζεῦ, καὶ οἷον πεποίηκας; δικαιοσύνην ἐξ ἀδικημάτων; καὶ ποῖ βαδιεῖται τὸ κακόν; καὶ ποῦ στήσεται; Οὐκ οἶσθα, ὅτι πηγὴν ταύτην ἀέναον κινεῖς πονηρίας, καὶ γράφεις νόμον ἀρχέκακον τῇ πάσῃ γῇ; Τοῦτο γὰρ ἀμέλει ἐστὶν τὸ τῶν πάλαι κακῶν τοῖς ἀνθρώποις ἡγησάμενον, στόλων βαρβαρικῶν καὶ Ἑλληνικῶν ἐπʼ ἀλλήλους περαιουμένων, ἁρπαζόντων, καὶ πολεμούντων, καὶ ληϊζομένων, προκάλυμμα ποιουμένων τῆς παρούσης ἀδικίας τὴν φθήσασαν. Φοίνικες ἐξ Ἄργους βασιλικὴν κόρην ἄγουσιν, Ἕλληνες ἐκ Κόλχων βαρβαρικὴν παρθένον ἄγουσιν, καὶ αὖθις Φρύγες ἐκ Πελοποννήσου Λακωνικὴν γυναῖκα. Ὁῥᾷς τὴν διαδοχὴν τῶν κακῶν, καὶ τὰς προφάσεις τῶν πολέμων, καὶ τὸν πολυπλασιασμὸν τῶν ἀδικημάτων. Τοῦτο καὶ τὴν Ἑλλάδα συνέτριψεν αὐτήν, ἡ περὶ ἑαυτὴν δόξα ἀδικίας διαβαίνουσα ἐπὶ τοὺς πλησίον, καὶ ἄπαυστοι θυμοί, καὶ ὀργαὶ ἀθάνατοι, καὶ τιμωρίας ἔρως, καὶ ἀμαθία δίκης.