Ancient Greek
5.Subsection b to 5.Subsection d
Maximus of Tyre, Dialexeis 5.Subsection b-2-Subsection d
Not analysed yet
Καθόλου δέ, εἰ τὸ ἀδικεῖν πονηρόν, καὶ τὸ ἀνταδικεῖν ὅμοιον οὐ γὰρ τῷ ὑπάρξαι πλεονεκτεῖ κατὰ πονηρίαν ὁ ἀδικῶν, ἀλλὰ τῷ ἀμύνασθαι ἐξισοῦται κατὰ μοχθηρίαν ὁ ἀνταδικῶν. Κὶ μήν, εἰ ὁ ἀδικῶν κακῶς ποιεῖ, ὁ ἀντιποιῶν κακῶς οὐδὲν ἧττον ποιεῖ κακῶς, κἂν ἀμύνηται. Ὥσπερ γὰρ ἀποδιδοὺς χάριν τῷ προϋπάρξαντι οὐδὲν ἧττον εὖ ποιεῖ, κἂν προπεπονθὼς ᾖ· οὕτως ὁ μετατιθεὶς τὴν ἀμοιβὴν εἰς κάκωσιν οὐδὲν ἧττον κακῶς δρᾷ, κἂν προπεπονθὼς ᾖ.