Ancient Greek
6.Subsection a to 6.Subsection b
Maximus of Tyre, Dialexeis 6.Subsection a-4-Subsection b
Not analysed yet
Ταύτῃ νόμιζε καὶ τὸν κόλακα διαφέρειν τοῦ φίλου, καὶ συμπίπτειν μὲν ἑκάτερον ἑκατέρῳ πολλάκις εἰς τὰς αὐτὰς πράξεις καὶ τὰς ὁμιλίας, διαφέρειν δὲ ἑκάτερον ἑκατέρου τῇ χρείᾳ καὶ τῷ τέλει, καὶ τῇ διαθέσει τῆς ψυχῆς. Ὁ μὲν γὰρ φίλος τὸ φαινόμενον αὐτῷ ἀγαθὸν εἰς κοινὸν καταθέμενος τῷ φίλῳ, ἐάν τε λυπηρὸν τοῦτο ᾖ, ἐάν τε ἡδύ, συναπολαύει αὐτῷ ἐκ τῆς ἴσης· ὁ δὲ κό‖λαξ ἐπακολουθῶν τῇ αὑτοῦ ὀρέξει οἰκονομεῖ τὴν ὁμιλίαν πρὸς τὸ ἴδιον πλεονέκτημα·