Ancient Greek
ΙΔ΄ XIV (Duebn. XX vulg. 4 B 17), Section 6
Maximus of Tyre, Dialexeis 6.Subsection c-3
Not analysed yet
καὶ ὁ μὲν φίλος ὀρέγεται τοῦ ἴσου, ὁ δὲ κόλαξ τοῦ ἰδίου· καὶ ὁ μὲν ἰσοτιμίας κατὰ τὴν ἀρετήν, ὁ δὲ πλεονεξίας κατὰ τὴν ἡδονήν· καὶ ὁ μὲν ἰσηγορίας κατὰ τὴν ὁμιλίαν, ὁ δὲ ταπεινότητος κατὰ τὴν θεραπείαν· ὁ μὲν ἀληθείας ἐν τῇ κοινωνίᾳ, ὁ δὲ ἀπάτης· καὶ ὁ μὲν ὠφελείας τῆς εἰς τὸ μέλλον, ὁ δὲ χάριτος τῆς ἐν τῷ παρόντι· ὁ μὲν δεῖται μνήμης ὧν ἔπραξεν, ὁ δὲ λήθης ὧν ἐπανούργησεν· ὁ μὲν ὡς κοινῶν κήδεται, ὁ δὲ ὡς ἀλλότρια λυμαίνεται· ὁ μὲν φίλος καὶ εὐτυχίας κοινωνὸς κουφότατος, καὶ συμφορῶν |κοινωνὸς ἰσότατος· ὁ δὲ κόλαξ εὐτυχίας μὲν κοινωνὸς ἀπληστότατος· ἐν δὲ ταῖς συμφοραῖς ἀμικτότατος.