Ancient Greek
Κ΄ XX (uebn. XXVI vulg. 10), Section 6
Maximus of Tyre, Dialexeis 6.Subsection a-6
Not analysed yet
Ὁ δὲ τούτῳ ἐναντίος, μόνῳ τῷ τίκτοντι εἰς γένεσιν τοῦ ὁμοίου ἀπὸ ὀρέξεως ἐμφύτου μετὰ δικαιοσύνης ξυνών, καὶ διορίζων τὸ θῆλυ· οὗτος θεῶν Γαμηλίων τε καὶ Ὁμογνίων καὶ Γενεθλίων θεσμός, ἐπὶ πάσῃ ζῴων φύσει τεταγμένος· τῶν μὲν αὐτομάτων εἰς τὴν κοινωνίαν ὑπὸ οἰκείου ἔρωτος ἐν ὥρᾳ τοῦ γεννᾶν ἰόντων· τῶν δὲ καὶ διὰ τέχνης ἐπιστάτου ποιμενικῆς τε καὶ αἰπολικῆς καὶ βουφορβοῦ καὶ ἱπποκόμου, ζευγνύντων ἑκάστων κατὰ φύσιν τὰ αὑτῶν θρέμματα, καὶ διακρινόντων αὖθις δέει ὕβρεως· χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μετάσσαι, χωρὶς δ᾿ αὖθ᾿ ἕρσαι·