Ancient Greek
6.Subsection a to 6.Subsection c
Maximus of Tyre, Dialexeis 6.Subsection a-9-Subsection c
Not analysed yet
Eί δίψα μὲν σώματι παρασκευάζει ἡδονὴν ποτοῦ, καὶ λιμὸς σώματι παρασκευάζει ἡδονὴν βρωτοῦ, καὶ νὐξ ἀφθαλ μοῖς παρασκευάζει ἡδονήν, ἥλιον ποθεῖ ἄνθρωπος καὶ νύκτα μεθʼ ἥλιον, καὶ λιμὸν μετὰ κόρον, καὶ δίψαν μετὰ μέθην· κἂν ἀφέλῃς αὐτοῦ τὴν μεταβολήν, λύπην τὴν ἡδονὴν ποιεῖς. Οὕτω λέγεται καὶ Ἀρτοξέρξης, ὁ Περσῶν βασιλεύς, τέως μὲν ὑπʼ εἰρήνης μακρᾶς καὶ ἡδονῆς διηνεκοῦς μὴ συνιέναι τῆς εὐτυχίας· ᾧ παρεσκεύαζε μὲν ἡ Ἀσία τὸ δεῖπνον, ἔπεμπον δὲ πῶμα ποταμῶν οἷ κάλλιστοι, ἐμηχανῶντο δὲ αὐτῷ τὴν δίαιταν τέχναι μυρίαι·