Ancient Greek
ΛΔ΄ XXXIV (Duebn vulg 35 B 2), Section 6
Maximus of Tyre, Dialexeis 6.Subsection d-3
Not analysed yet
ἀλλʼ ἐπεὶ πόλεμος αὐτῷ ἐκ θαλάττης ἡλθεν, καὶ Ἐλληνες μύριοι, καὶ στρατηγοὶ δεινοί, ἡττηθεὶς ἔφευγεν ἐπὶ ψιλὸν λόφον, ὅπου τῆς νυκτὸς ἀναπαυόμενος ἐδίψησεν ὁ δύστηνος πρῶτον τότε, ἔνθα ἧν οὐ Χοάσπης, οὐ Τγρις, οὐ ἔεῖλος, οὐκ ἐκπώματα, οὐκ οἰνοχόοι· καὶ ήγάπησεν παρὰ ἀνδρὸς Μάρδου λαβὼν ἐν ἀσκῷ ὀδωδὸς ὕδωρ· καὶ τότε ἄρα ὁ δείλαιος ἔγνω, τίς μὲν δίψης χρεία, τίς δὲ ἡδονὴ ποτοῦ.