Ancient Greek
Ζ΄ VII (Duebn XIII vulg 41 B 10 K 7), Section 6
Maximus of Tyre, Dialexeis 6.Subsection b
Not analysed yet
Ἐν γὰρ τοῖς Ἀχαιοῖς τότε ἦν που σώματα μυρία, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ, ὑγιῆ πάντα, ἄνοσα, καὶ ἰσχυρά, καὶ ἄρτια, τῷ τῶν πολεμίων τείχει περιχεόμενα ἐν δεκαέτει χρόνῳ ἐπέραινεν οὐδέν, οὐχ ὁ Ἀχιλλεὺς διώκων, οὐχ ὁ Αἴας μένων, οὐχ ὁ Διομήδης ἀναιρῶν, οὐχ ὁ Τεῦκρος τοξεύων, οὐχ ὁ Ἀγαμέμνων βουλευόμενος, οὐχ ὁ Νέστωρ λέγων, οὐχ ὁ Κάλχας μαντευόμενος, οὐχ ὁ Ὀδυσσεὺς σοφιζόμενος, Ἀλλʼ ὁ θεὸς λέγει·