Ancient Greek
6.Subsection c to 6.Subsection d
Maximus of Tyre, Dialexeis 6.Subsection c-Subsection d
Not analysed yet
‘Ὦ καλὰ καὶ γενναῖα γῆς Ἑλλάδος θρέμματα, μάτην πονεῖτε, μάτην διώκετε, κενὰ τοξεύετε, κενὰ βουλεύεσθε· οὐ γὰρ ἂν ἄλλως ἕλοιτε τουτὶ τὸ τεῖχος, πρὶν ὑμῖν ἐπίκουρος ἔλθῃ ψυχὴ μὲν ἐρρωμένη, σῶμα δὲ νοσοῦν, ὀδωδὸς καὶ χωλεῦον, καὶ διαβεβρωμένον ὑπὸ τῆς νόσου. ’Οἱ δὲ ἐπείσθησαν τῷ θεῷ, καὶ ἤγαγον ἐκ Λήμνου σύμμαχον, ψυχὴν μὲν ὑγιᾶ, σῶμα δὲ νοσοῦν.