Ancient Greek
Ι΄ (Duebn XVI vulg 28 B 13 K 10), Section 6
Maximus of Tyre, Dialexeis 6.Subsection b-3
Not analysed yet
ἐπιστήμη ὄνομα; Εἰ δὲ βούλει καὶ ταύτης, εἴκαζέ μοι τὸ λεγόμενον στρατιώτῃ πλανωμένῳ καὶ διακεχυμένῳ· ἢ καθʼ Ὅμηρον μᾶλλον, νὺξ μὲν ἔστω καὶ ἡσυχία πολλὴ κατὰ τὸ στρατόπεδον, καὶ ὕπνος βαθὺς τῶν ἄλλων ἁπάντων κειμένων ἑξῆς. Ἀλλ᾿ οὐκ Ἀτρείδην Ἀγαμέμνονα, ποιμένα λαῶν, ὕπνος ἔχεν· ἀλλ᾿ ἐπιὼν καὶ ἐξανιστὰς ἕκαστον καὶ συντάττων, ἱππῆας μὲν πρῶτα, σὺν ἵπποισιν καὶ ὄχεσφιν· πεζοὺς δ᾿ ἐξόπιθεν ἔστησεν πολέας τε καὶ ἐσθλούς, ἕρκος ἔμεν πολέμοιο, κακοὺς δ᾿ ἐς μέσσον ἔλασσεν. Τοιοῦτον ἡγοῦ καὶ περὶ τὴν ψυχὴν |γίγνεσθαι·