Ancient Greek
6.Subsection c to 6.Subsection g
Maximus of Tyre, Dialexeis 6.Subsection c-2-Subsection g
Not analysed yet
νύκτα πολλὴν καὶ ὕπνον βαθὺν τῶν τῆς ψυχῆς νοημάτων· τὸν δὲ λόγον αὐτόν, τὸν στρατηγὸν ὄντα, ἢ βασιλέα ἢ ὅ, τι περ ὀνομάζων χαίρεις, ἐπιόντα τοῦτον ἕκαστον καὶ ἐπεγείροντα καὶ συντάττοντα. Κάλει δὲ τὸν μὲν ὕπνον λήθην, τὴν δὲ ἀνάστασιν αὐτῶν ἀνάμνησιν, μνήμην δὲ τὴν φυλακὴν καὶ τὴν σωτηρίαν τῶν συνταχθέντων. Γίγνεται δὲ ἡ ἀνάμνησις, κατὰ βραχὺ ἕτερον ἐξ ἑτέρου θηρευούσης τῆς ψυχῆς, καὶ χειραγωγουμένης ὑπὸ τοῦ παρόντος ἐπὶ τὸ μέλλον· ὁποῖον ἀμέλει περὶ τὰς τῶν δεῦρο πραγμάτων ἀναμνήσεις γίγνεται.