Ancient Greek
ΙϚ´ XVI (Duebn. XXII vulg. 6), Section 6
Maximus of Tyre, Dialexeis 6.Subsection c-4
Not analysed yet
Ὁμήρῳ δὲ καὶ Ὀδυσσεὺς σοφὸς διὰ πολλὴν πλάνην, (α 3) πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα, καὶ νόον ἔγνω· τὰ δὲ Ὀδυσσέως θεάματα ἢ Θρᾷκες ἦσαν, ἢ Κίκονες οἱ ἄγριοι, ἢ Κιμμέριοι οἱ ἀνήλιοι, ἢ Κύκλωπες οἱ ξενοκκτόνοι, ἢ γυνὴ φαρμακίς, ἢ τὰ ἐν Ἅιδου θεάματα, ἢ Σκύλλα, ἢ Χάρυβδις, ἢ Ἀλκινόου κῆπος, ἢ ἡ Εὐμαίου αὐλή· πάντα θνητά, πάντα ἐφήμερα, πάντα ἄπιστα.