Ancient Greek
ΙϚ´ XVI (Duebn. XXII vulg. 6), Section 6
Maximus of Tyre, Dialexeis 6.Subsection d-2
Not analysed yet
ὰ δὲ τοῦ φιλοσόφου ἀνδρὸς θεάματα τῷ εἰκάσω; ὀνείρῳ, νὴ Δί, ἐναργεῖ, καὶ πανταχοῦ περιφερομένῳ· οὗ τὸ μὲν σῶμα οὐδαμοῦ στέλλεται, ἡ δὲ ψυχὴ πρόεισιν, πᾶσαν γῆν, ἐκ γῆς ἐπʼ οὐρα|νόν, πᾶσαν μὲν περαιουμένη θάλατταν, πᾶσαν δὲ διερχομένη γῆν, πάντα δὲ ἀέρα ἀνιπταμένη, συνθέουσα ἡλίῳ, συμπεριφερομένη σελήνῃ, συνδεδεμένη τῷ τῶν ἄλλων ἄστρων χορῷ, καὶ μονονουχὶ τῷ Διὶ συνοικονομοῦσα τὰ ὄντα καὶ συντάττουσα.