Ancient Greek
6.Subsection d to 6.Subsection h
Maximus of Tyre, Dialexeis 6.Subsection d-4-Subsection h
Not analysed yet
ἐὰν δὲ Λεωνίδαν λέγῃς καὶ Ἀγησίλαον, γνωρίζω τὴν ἀρετήν, καὶ μέμνημαι τοῦ Ἡρακλέους, καὶ ἐπαινῶ τὴν εὐγένειαν. Εἴθε μοι καὶ τὸ Ἀριστείδου γένος ἦν Ἀθήνησιν, εἴθε τὸ Σωκράτους· ἐτίμησα ἂν τούτους ὡς ρακλείδας, ὡς Περσείδας, ὡς εὐπατρίδας. Ἤ ποταμῶν μὲν ῥεύματα ἐπαινεῖς, ἐὰν καθαρὰ ἐκ πηγῶν ἔλθῃ, καὶ φυτὰ ἐπαινεῖς, κἄν γηράσκῃ μὲν αὐτῶν τὰ σώματα, μένῃ δὲ τὰ σπέρματα· εὐγένειαν δὲ ἀνθρωπίνην οὐκ ἐπαινέσεις, ἐὰν ἀρξαμένη ἀπὸ τῆς ἀρετῆς, ὡς ἐκ πηγῆς καθαρᾶς, γνήσιος μένῃ, ἀνεπίμικτος μένῃ; Καὶ μέχρι μὲν ταύτης ἀνδρίζῃ, καὶ ἀξιό πιστος εἶ λέγων· ἐὰν δέ σου καὶ περὶ πλούτου πυνθάνομαι, τί φῆς; ποῖ τὸ πρᾶγμα τάττεις; ἐν ποίῳ χορῷ; Λέγε γυμνῇ τῇ κεφαλῇ, τὰς τῆς ψυχῆς φωνὰς λέγε· τί φῆς τὸν πλοῦτον; Κακόν; τί οὖν ἐρᾷς; Ἀγαθόν; τί οὖν φεύγεις; (Eurip. Hipp. 612) Ἡ γλῶττα ἐπώμοσεν, ἡ δὲ φρὴν ἀνώμοτος. Ἀλλʼ οὐδέτερον ἡγεῖ, οὐκ ἀγαθόν, οὐ κακόν· ἀλλʼ ἐν μεθορίᾳ καὶ χώρῳ μέσῃ. Τήρησον αὐτὸ ἀδιάφορον, μὴ προσέλθῃς περαιτέρω, μὴ ὑπερβῇς τοὺς ὅρους. Ἄν δὲ ὑπαλλάξας τὸ ὄνομα ἀγαθὸν μὲν μὴ καλῇς, προηγμένον δὲ καλῇς, τὴν μὲν φωνὴν μετέβαλες, τὴν δὲ τιμὴν δίδως.