Ancient Greek
ΚΔ΄ XXIV (Duebn. XXX vulg. 14), Section 6
Maximus of Tyre, Dialexeis 6.Subsection e-2
Not analysed yet
εἰ δέ που καὶ δεήσαι μάχης, ὄψει στρατιώτην ἠσκημένον πόνοις ἀληθινοῖς, οἵων ἐπειράθη Δαρεῖος ἐπὶ Μαραθῶνα ἐλθών. Ἦν γὰρ τότε Ἀθηναίοις στρατιωτικόν, οὐχ ὁπλιτικόν, οὐ τοξικόν, οὐ ναυτικόν, οὐχ ἱππικόν, ἀλλὰ κατὰ δήμους νενεμημένον· οἳ καὶ γεωργοῦντες, ἐπιπλεύσαντος αὐτοῖς βαρβαρικοῦ στόλου ἐπὶ Μαραθῶνα, ἐκ τῶν ἀγρῶν ἔδραμον, στρατιῶται ὀργιζόμενοι, ὁ μὲν σμινύην ἔχων, ὁ δὲ ὑννιμάχος, ὁ δὲ θεριστηρίῳ ἀμυνόμενος.